Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.140.2 | Hdt. 1.141.4 (English) | >>Hdt. 1.142.4 |
1.141.2 ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος , λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεῖν τε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι , ἰδόντα δὲ παλλομένους εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς · “παύεσθέ μοι ὀρχεόμενοι , ἐπεὶ οὐδʼ ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι .”
1.141.3 Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε , ὅτι δὴ οἱ Ἴωνες πρότερον αὐτοῦ Κύρου δεηθέντος διʼ ἀγγέλων ἀπίστασθαι σφέας ἀπὸ Κροίσου οὐκ ἐπείθοντο , τότε δὲ κατεργασμένων τῶν πρηγμάτων ἦσαν ἕτοιμοι πείθεσθαι Κύρῳ .
1.141.4 ὁ μὲν δὴ ὀργῇ ἐχόμενος ἔλεγέ σφι τάδε · Ἴωνες δὲ ὡς ἤκουσαν τούτων ἀνενειχθέντων ἐς τὰς πόλιας , τείχεά τε περιεβάλοντο ἕκαστοι καὶ συνελέγοντο ἐς Πανιώνιον οἱ ἄλλοι , πλὴν Μιλησίων · πρὸς μούνους γὰρ τούτους ὅρκιον Κῦρος ἐποιήσατο ἐπʼ οἷσί περ ὁ Λυδός . τοῖσι δὲ λοιποῖσι Ἴωσι ἔδοξε κοινῷ λόγῳ πέμπειν ἀγγέλους ἐς Σπάρτην δεησομένους Ἴωσι τιμωρέειν .
ch. 142
1.142.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.140.2 | Hdt. 1.141.4 (English) | >>Hdt. 1.142.4 |